ΙΑΝΟΥΑΡΙΟΣ -1,2,3,4,5,Ακολουθία Μ. Ωρων,Ακολουθία Μ. Αγιασμου,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30,31
ΦΕΒΡΟΥΑΡΙΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19, 19α,20,21,22,23,24,25,26,27,28,29
ΜΑΡΤΙΟΣ - 1,2,,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,17α,18,19,20,21,22,23,24,25,Δοξολογία,26,27,28,29,30,31
ΑΠΡΙΛΙΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30
ΜΑΪΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30,31
ΙΟΥΝΙΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30
ΙΟΥΛΙΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30,31
ΑΥΓΟΥΣΤΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30,31
ΣΕΠΤΕΜΒΡΙΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30
ΟΚΤΩΒΡΙΟΣ - 1,1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30,31
ΝΟΕΜΒΡΙΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30
ΔΕΚΕΜΒΡΙΟΣ - 1,2,3,4,5,6,7,8,9,10,11,12,13,14,15,16,17,18,19,20,21,22,23,24,25,26,27,28,29,30,31


Κυριακή 11 Απριλίου 2021

31

 ΤΗ ΛΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ θαυματουργοῦ Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἰς περίδοξον, ἀρετῶν ἐπηύξησαι, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν μυστικωτάτην σαφῶς, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος, οὗ ταῖς ἐλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πᾶσιν ἐναπήστραψας, τὰς τῶν θαυμάτων αὐγάς.

Πάτερ πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοι, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ· ὅθεν φωστῆρά σε, κεκτημένοι ἅπαντες, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν.

Πάτερ Ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὃν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδίᾳ σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον· δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαῖς προσευχαῖς, ὑδάτων ἐξέβλυσας εἰς ἰατρείαν παθῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Χαίροις οἰκουμένης καύχημα· χαῖρε Κυρίου Ναέ· χαῖρε Ὄρος κατάσκιον· χαῖρε καταφύγιον· χαῖρε Λυχνία χρυσῆ· χαῖρε τὸ κλέος τῶν Ὀρθοδόξων σεμνή· χαῖρε Μαρία Μήτηρ Χριστοῦ τοῦ Θεοῦ· χαῖρε παράδεισε· χαῖρε θεία Τράπεζα· χαῖρε σκηνή· χαῖρε Στάμνε πάγχρυσε· χαῖρε ἡ πάντων ἐλπίς.

Ἢ Σταυροθεοτοκίον.

λιος ἰδὼν σε ἔφριξεν, ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡπλωμένον θελήματι, καὶ ἡ γῆ ἐσείετο, καὶ πέτραι διερρήγνυντο, καὶ τὰ μνημεῖα φόβῳ ἠνοίγοντο, καὶ αἱ δυνάμεις πᾶσαι ἐξίσταντο, ἅπερ ὡς ἔβλεψεν, ἡ Παρθένος Δέσποινα, ἐν στεναγμοῖς· Οἴμοι! ἀνεκραύγαζε, τὶ τὸ ὁρώμενον;

Ἀπολυτίκιον  Ἦχος δ’

Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ὑπάτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τοῦ Ἁγίου εἰς δ’.

Ὠδὴ α’  Ἦχος πλ. δ’

Ὁ Εἱρμὸς.

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Φωτί της Τριάδος καταυγασθείς, ἐκ βρέφους θεόφρον, Ἱεράρχα τῷ ζωηρῷ τῆς πίστεως γάλακτι ἐτράφης, ταῖς ἀρεταῖς καταυγαζόμενος.

Συνέσει καὶ χάριτι κοσμηθείς, νηστείαις καὶ πόνοις, ἐχαλίνωσας τῆς σαρκός, θεόφρον παμμάκαρ τὰς ὀρέξεις, καὶ τὴν ψυχὴν ἀρεταῖς κατεκόσμησας.

στράψας τῷ βίῳ τῷ φαεινῶ, ὡς ἥλιος πᾶσαν, Ἱεράρχα τὴν τοῦ Χριστοῦ, ἐφαίδρυνας Πάτερ Ἐκκλησίαν, ἐν ταῖς ἀκτῖσι τῶν θαυμάτων σου.

δοὺ αἱ προρρήσεις τῶν προφητῶν, ἐπὶ σοὶ τὸ πέρας, ἀπειλήφασιν ἀληθῶς· Λόγον γὰρ ἀσπόρως συλλαβοῦσα, Θεογεννῆτορ ἁγνὴ ἀπεκήυσας.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Ξύλον ζωῆς πέφυκας, καταρδευόμενος πάνσοφε, ἐκ τῶν Γραφῶν, οὗ περ οὐ προστρέχει, τῷ καρπῷ ὁ τῆς Εὔας ἐχθρός.

Στόματα ἐνέφραξας, τὰ δυσσεβῆ συσχὼν ᾄσματα, προφητικῶς, ταῖς θεοπειθέσι, πρὸς Χριστὸν παρακλήσεσι.

Γύναια βακχεύοντα, σὺ τῇ πηγῇ σοφῶς ἔθραυσας, σωφρονισμόν, τοῖς παραδόξοις ποιούμενος.

Οἶκος θείου Πνεύματος, καὶ προσευχῆς εἰκὼν γέγονας, Ἱεραρχῶν, καύχημα καὶ κλέος, τῶν Μαρτύρων Ὑπάτιε.

Θεοτοκίον.

Νόμοις οὐ δουλεύσασα, τοῖς μητρικοῖς Σεμνὴ τέτοκας, τὸν Λυτρωτήν, φύσεως οἱ νόμοι, ἐπὶ σοὶ καινίζονται.

Κάθισμα  Ἦχος δ’

Ταχὺ προκατάλαβε.

Τῆς πίστεως δόγματα, κρατύνων Ὅσιε, Πατρὶ συναΐδιον, καὶ ὁμοούσιον, τὸν Λόγον ἐκήρυξας· ὅθεν ὀρθοδόξως, τὴν σὴν ποίμνην ποιμάνας, ᾔσχυνας τοῦ Ἀρείου, τήν κακόφρονα γνώμην· διὸ νῦν μεταβὰς πρὸς τὸν Χριστόν, πρέσβευε ὑπὲρ πάντων ἡμῶν.

Θεοτοκίον.

καίνισας Ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον.

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Ὠδὴ δ’ Ὁ Εἱρμὸς. 

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

 τοῦ Πνεύματος ἔλλαμψις, Πάτερ ἐπὶ σοὶ πλουσίως σκηνώσασα, φωτοφόρον στῦλον ἔδειξε, δᾳδουχοῦντα κόσμον θείοις δόγμασι.

Τῇ γαλήνῃ τῶν λόγων σου, τὸν εἰδωλικὸν χειμῶνα ἠμαύρωσας, καὶ τροπαίοις ταπεινώσεως, ἀσεβείας θράσος κατεμάρανας.

κηλίδωτον ἔσοπτρον, Πάτερ τῆς Τριάδος ὤφθης Ὑπάτιε· κατοπτεύειν γὰρ ἠγάπησας, καθαρῶς τὴν γνῶσιν τοῦ Θεοῦ ἡμῶν.

Θεοτοκίον.

ς φρικτὸν καὶ παράδοξον, τῆς ἁγνῆς λοχείας σου τὸ Μυστήριον! ὑπὲρ φύσιν γὰρ Πανάμωμε, τὸν Δημιουργόν σου ἀπεκύησας.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς σου κατεύθυνον δέομαι.

πὶ ὕδωρ τῆς θείας, Πάτερ, ἀναβάσεως ἔχων τὴν ἔφεσιν, καὶ τοῦ Παραδείσου, τοῦ ἀΰλου τὸ κάλλος γλιχόμενος, εὐανθέσι τόποις, συμβολικῶς ἐπαναπαύου, τὰς ἐκεῖθεν μονὰς τεκμαιρόμενος.

Ταῖς ἀΰλοις γυμνάζων, Πάτερ σεαυτὸν θεωρίαις καὶ πράξεσιν, ὑλικὰς φροντίδας, ὥσπερ βάρος ψυχῆς καταλέλοιπας, καὶ ἐν ταῖς ἐρήμοις, χοροβατῶν ὡς ἐν λιμῶνι, ἐπλουτίσθης τὴν χάριν τοῦ Πνεύματος.

παυξήσας τὴν ποίμνην, Πάτερ ἐν τῇ πόᾳ τῶν θείων δογμάτων σου, ὥσπερ μάνδρας οἴκους, σεβασμίους παμμάκαρ καθίδρυσας, ἐν οἷς εἰσελαύνων, τὰ λογικὰ θρέμματα Πάτερ, ἐλυτρώσω θηρῶν ἐξ αἱρέσεων.

Θεοτοκίον.

Μόνη τίκτεις Παρθένος, μόνη καὶ ἀπείρανδρος ὤφθης Πανάμωμε· ἐν γαστρὶ γὰρ Λόγον, τοῦ Πατρὸς δεξαμένη τὸν ἄναρχον, γαλουχεῖς Παρθένε, θαῦμα φρικτόν! καὶ παρθενεύεις, καὶ τοὺς ὅρους καινίζεις τῆς φύσεως.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Φλογώδη ῥεῖθρα φωτός, Ἱερομάρτυς Ὑπάτιε, ἀνάψας ὁ ποταμός, νυκτὶ διαβαίνοντι, τὴν τρίβον ἐδείκνυεν, ὑποφαίνων πᾶσι, τῆς ψυχῆς σου τὴν λαμπρότητα.

Τερατουργῶν διὰ σοῦ, ὁ ζωοδότης Χριστὸς ὁ Θεός, ἰάσεων θησαυρόν, τὸ ὕδωρ ἀνέδειξεν, εὐχαῖς σου Ὑπάτιε, γλυκασμὸν θαυμάτων, τὸ πικρὸν ἀπεργασάμενος.

Θαυμάτων ὑπερφυῶν, ἐργάτης ὤφθης Ὑπάτιε, λαβὼν δὲ παρὰ Θεοῦ, χάριν τῶν ἰάσεων, πηγὴ ἐχρημάτισας, δαψιλεύων πᾶσι, σωτηρίας θείας νάματα.

Θεοτοκίον.

Ταῖς σαῖς πρεσβείαις Ἁγνή, κινδύνων καὶ περιστάσεων, ἐξάρπασόν με δεινῶν, καὶ ῥῦσαί με δέομαι· σὺ γὰρ τεῖχος ἄρρηκτον, καὶ λιμὴν καὶ σκέπη καὶ ἀπόρθητον ὀχύρωμα.

Συναξάριον.

Τῇ ΛΑ’ τοῦ μηνός, Ἡ Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν.

Στίχοι

Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθῳ,

Τὸν Ὑπάτιον· φεῦ γυναικὶ ἀθλίᾳ!

Πρώτῃ Ὑπατίῳ βιότου πέρας ἐν τριακοστῇ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου, Ἐπισκόπου Μελιτηνῆς τοῦ Ὁμολογητοῦ.

Στίχοι

κακίῳ θνῄσκοντι τῷ γῆς Ἀγγέλῳ,

Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν Περσίδι μαρτυρησάντων, Αὐδᾶ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἰς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων.

Στίχοι

Αὐδᾶς, ἐνισχύοντος ὑψίστου Λόγου,

Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν.

θλητικῷ κλυστῆρι, τῷ πάλῳ λέγω,

Πᾶν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος.

ν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι,

Σφᾶς Μάρτυρας γράφουσιν ἄνδρες ἐννέα.

Ζῴων ταμεῖα Μαρτύρων τὰ σαρκία,

Μῦς ἐτρέφοντο, καὶ γαλαῖ ἐν τῷ βόθρῳ.

 ἅγιος Μάρτυς Μένανδρος κατὰ πετρῶν γυμνὸς συρόμενος τελειοῦται.

 Ὅσιος πατὴρ ἡμῶν Βλάσιος, ὁ ἐν τῇ πόλει Ἀμορίου γεννηθείς, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ἅγιοι τριάκοντα ὀκτὼ Μάρτυρες, συγγενεῖς ὄντες, ξίφει τελειοῦνται.

 Ὅσιος πατὴρ ἡμῶν Στέφανος ὁ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται.

ν ταῖς πρεσβείαις Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

πορρήτων θαυμάτων, αὐτουργὸς Ἱεράρχα παρὰ Χριστοῦ γεγονώς, ἐφώτισας τὸν κόσμον, τῇ πράξει καὶ τῷ λόγῳ, ἐκδιδάξας βοᾶν εὐσεβῶς· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

πογνώσεως βρόχους, ἐν βυθῷ ἀπιστίας ἀποπνιγόμενος, προσάπτων τοῖς πεσοῦσιν, εἰς πάθη ἀτιμίας, τὴν μετάνοιαν ἔσβεσεν· ἣν περ ἀστράψας πιστοῖς, κατέφλεξας Ναβάτον.

Θεοτοκίον.

Τὴν Μητέρα τοῦ Λόγου, τὴν Ἁγνὴν Θεοτόκον καὶ προστασίαν ἡμῶν, δι' ἧς τὰς ἐπηρείας, ἐχθρῶν καταπατοῦμεν, ἀνυμνοῦμεν καὶ λέγομεν· Εὐλογημένη Θεόν, σαρκὶ ἀποτεκοῦσα.

Ὠδὴ η’ Ὁ Εἱρμὸς.

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὰς ἀναιμάκτους εἰλικρινῶς τῇ Τριάδι, ἀναφέρων θυσίας Παμμάκαρ, γέγονας Κυρίῳ σφάγιον Μαρτυρίου.

Τὴν ἱεράν σου βάψας στολὴν τῷ οἰκείῳ, Θεοφόρε αἵματι προθύμως, στέφανον ἐδέξω διπλοῦν Ἱερομάρτυς.

ς Μαθητὴς οἷά περ Χριστοῦ ἐκμιμήσει, συμπαθείας θνῄσκων ὑπερηύχου, σοῦ τοὺς ἀνδροφόνους τεύξασθαι σωτηρίας.

Θεοτοκίον.

Λόγον συνείληφας ἐν γαστρὶ ὑπὲρ λόγον, καὶ τεκοῦσα πάλιν παρθενεύεις πάντα ὑπὲρ φύσιν τὰ σὰ Θεογεννῆτορ.

Ὠδὴ θ’'  Ὁ Εἱρμὸς.

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι μεγαλύνουσιν.

Μωσέα εἰκονίζων ταῖς ἀρεταῖς, ὑπερήλασας τοῦτον τῷ θαύματι, ῥάβδῳ τῇ σῇ· πλήξας γὰρ τὸν δράκοντα εὐθαρσῶς, ὡς ἐν ἀγκίστρῳ εἵλκυσας, Πάτερ ἐκ ταμείων Βασιλικῶν, πυρὶ καταναλώσας, ὡς ὄργανον κακίας Ὀρθοδοξίᾳ κραταιούμενος.

Χωννύμενος τοῖς λίθοις διὰ Χριστόν, ὑπὸ τῶν μιαιφόνων Ὑπάτιε, ῥείθροις τῶν σῶν, ἔπνιξας αἱμάτων τοῦ ἀσεβοῦς, Ναβάτου τὰ ἀντίθεα, δόγματα κηρύξας Πάτερ σοφέ, τοῖς πταίουσι συγγνώμην, διὰ τῆς μετανοίας τῶν ὀφλημάτων προσπορίζεσθαι.

Μὴ παύσῃ ἱκετεύων ὑπὲρ ἡμῶν, Ἱεράρχα καὶ Μάρτυς Ὑπάτιε, τῷ Ποιητῇ, πάντων καὶ Δεσπότῃ παρεστηκώς, ἐκ πειρασμῶν καὶ θλίψεων, ῥύσασθαι τοὺς πόθῳ εἰλικρινεῖ, τελοῦντας τὴν σὴν μνήμην, καὶ θείαις μελῳδίαις, ἀνευφημοῦντάς σε πανεύφημε.

Θεοτοκίον.

φρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξουντων Δημιουργέ, τῶν δὲ πιστῶν τὸ σύστημα στήριξον ἀκράδαντον ὡς Θεός, τὸ κέρας ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σε πάντες μεγαλύνωμεν.

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.

Εἰς τὸν Στίχον, τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικον. Δόξα... Καὶ νῦν... Θεοτοκίον ἢ Σταυροθεοτοκίον.

Αἱ μετάνοιαι ὡς συνήθως, καὶ ἡ Α’ Ὥρα μετὰ μετανοιῶν καὶ Ἀπόλυσις.

 

30

 ΤΗ Λ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος.

Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς  τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν , ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε.

Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῷ  παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ  λογισμῷ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων πηγάς, ἐκ καρδίας προσφέρουσα, τῇ   Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις, καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

Ἢ Σταυροθεοτοκίον.

Σὲ καθηλούμενον βλέπουσαν, ἐν τῷ Σταυρῷ Ἰησοῦ, καὶ τὰ πάθη δεχόμενον, ἑκουσίως Δέσποτα, ἡ Παρθένος καὶ Μήτηρ σου· Τέκνον ἐβόα, Τέκνον γλυκύτατον, πληγάς ἀδίκως, πῶς φέρεις ὁ ἰατρός, ὁ ἰασάμενος, τὴν βροτῶν ἀσθένειαν καὶ τῆς φθορᾶς, ἅπαντας ῥυσάμενος, τῇ   εὐσπλαγχνίᾳ σου.

Ἀπολυτίκιον.

Ἦχος πλ. δ’

Ταῖς  τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν· Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠιμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τοῦ Ἁγίου καὶ τοῦ Τριῳδίου.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Κλῖμαξ πέφηνας τῶν ἀρετῶν παμμάκαρ.

Ἐν δὲ τοῖς Θεοτοκίοις Κλήμεντος.

Ὠδὴ α’  Ἦχος α’

Ὁ Εἱρμὸς.

δὴν ἐπινίκιον ᾄσωμεν πάντες, Θεῷ τῷ  ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Καλῶς βδελυξάμενος τὸν κάτω κόσμον, τὸν ἄνω ἀπείληφας, Ἰωάννη πάνσοφε· διὸ διδάσκεις ἡμᾶς, τοῦ κόσμου εἶναι τὴν φυγήν, Θεοῦ οἰκείωσιν.

Λιμοῦ προσπαθείᾳ σου λύσας τὴν νόσον, τὸν ἄρχοντα ἔδησας τῶν παθῶν μακάριε, σειραῖς ἀγώνων σου, καὶ ἀπαθείας ἔπαθλα, ἐστέφθης παρὰ Χριστοῦ τοῦ Θεοῦ.

σάγγελον φρόνημα λαβὼν θεόφρον, τοῦ κόσμου ἀπέρρηξας, σεαυτὸν πανόλβιε, τοῦ γεηροῦ καὶ φθαρτοῦ· διὸ αὐλίζῃ προφανῶς, εἰς τὰς ἀΰλους μονάς.

Μακρὸν συγγραψάμενος τοῖς ὑπηκόοις, τὸν λόγον μακάριε, Ἰωάννη πάνσοφε, ταῖς  διδαχαῖς σου αὐτούς, πρὸς μακαρίαν ἐκ τῆς γῆς, ἀναβιβάζεις ζωήν.

Θεοτοκίον.

Κηρύττει τὸν τόκον σου ἡ Ἐκκλησία, Παρθένε Θεόνυμφε, ὀρθοδόξῳ στόματι, καὶ δόγμασι θεϊκοῖς, τὰ σύμβολα δὲ τῆς σαρκός, τοῦ σοῦ Υἱοῦ προσκυνεῖ.

Ὠδὴ γ’ Ὁ Εἱρμὸς.

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο.

Εὗρες ὡς τερπνὸν θυμίαμα, τὴν ἀοργησίαν, πᾶσαν ἐκδιώξας θυμοῦ τὴν δυσωδίαν, ἐκ βάθους τῆς ψυχῆς σου· διὸ νῦν θεσπέσιε, ὑπὲρ ἡμῶν τῷ  Λυτρωτῇ, ἁμαρτιῶν τήν λύσιν αἴτησαι.

Φλέξας τῷ  πυρὶ μακάριε, τῆς Χριστοῦ ἀγάπης, νοῦν μνησικακίας ἔλαμψας ἀκτῖσι, πιστῶς φιλαδελφίας, καὶ ῥᾴστην ὑπέδειξας ὁδὸν Μακάριε, πρὸς σωτηρίαν πᾶσι, τρανῶν τὸ ἀμνησίκακον.

ρας πρακτικῆς ἀσκήσεως, οὐρανόθεν χάριν· ὅθεν ἀποφράττεις χείλη καταλάλων, σοφαῖς διδασκαλίαις, ἐν αἷς ποδηγούμεθα, πρὸς ἀρετῶν πορείαν, ἧς καὶ τυχεῖν ἀξιωθείημεν.

Θεοτοκίον.

σε παρθενίᾳ τίκτειν σε ὁ Προφήτης πάλαι, ἄχρονον ἐν χρόνῳ, καὶ ὑπὲρ νοῦν καὶ λόγον, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν Θεὸν ἡμῶν, ὃν ἐξιλέωσας Ἁγνή, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.

Κάθισμα  Ἦχος δ’

Ὁ ὑψωθεὶς.

Τὰς ἀρετὰς πρὸς οὐρανὸν ἀναβάσεις, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν δαιμόνων ἐνέδρας, σκέπεις ἀλωβήτους δέ, τοὺς ἀνθρώπους ἐκ τούτων, ὦ Ἰωάννη κλῖμαξ ἀρετῶν, πάντας σωθῆναι ἱκέτευε Ὅσιε.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστατο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ· Οἴμοι ποθεινότατε, Ἰησοῦ, ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

Ὠδὴ δ’ Ὁ Εἱρμὸς.

ν πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ   δυνάμει σου Κύριε.

Νηστείᾳ χαλινώσας τῆς γλώττης τὰς ὁρμάς, ἡσυχίᾳ ἴθυνας τὸν βίον σου Σοφέ, ὡς ὀσμὴν δὲ πυρὸς γευσάμενος χάριν Ὑψίστου, πολυέπειαν ὡς ἀχλὺν τῆς ἁμαρτίας ἔφυγες, ἀμέμπτως λατρεύων Θεῷ.

φθόνως ἀληθείᾳ γλυκάνας τὴν ψυχήν, τὴν πικρὰν ἐξέφυγες τοῦ ψεύδους μετοχήν· διὸ ἀσκήσει ἐνθέῳ καταδουλώσας, δαιμόνων δούλους θεορρῆμον Ἰωάννη, ὤφθης Μοναστῶν ὁδηγὸς ἀπλανής.

Στενούμενος τῷ  τόνῳ ἀσκήσεως στερρῶς, ἀκηδίας λέλυκας τὴν πάρεσιν Σοφέ, καὶ προθυμίας τῷ  δόρατι θανατώσας, τῆς ἀθυμίας τὴν ἰσχύν, Θεῷ πρεσβεύεις, πᾶσιν ἱλασμὸν δωρηθῆναι ἡμῖν.

Θεοτοκίον.

Μακάριον τὸ ἔθνος πανύμνητε Ἁγνή, ὁ τιμᾶν ἠξίωται τὸν τόκον σου πιστῶς, ὀρθοδοξίᾳ καὶ δόγμασι καὶ τοῖς ἔργοις, τῆς ἀληθείας ἐν συμβόλοις ἐμφανίζον, πᾶσαν τοῦ Υἱοῦ σου τὴν σάρκωσιν.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

Νὺξ περιέσχε με Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς· διὸ μοι ἀνάτειλον, τῆς μετανοίας Κύριε, τὸν ὄρθρον ὡς εὔσπλαγχνος, πρὸ τοῦ με φθάσαι τὸ πέρας τὸ ἄδηλον, τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς.

Τῆς ἐγκρατείας τῇ τρυφῇ, πιαινόμενος τὸν νοῦν, οὐκ ἔδωκας χείλη σου, τῆς ἡδονῆς τοῖς βρώμασι· διὸ ἀπηγχόνισας λιμῷ τὰ πάθη, καὶ δαίμονας ᾔσχυνας· καὶ γάρ ὁ θλίβων λοιμόν, θανατοῖ ἡδονάς.

φθης ἁγνείας ἐραστής, καὶ λαγνείας μισητής, τῷ  φωτὶ ἐξέφυγες, πιστῆς ἐξαγορεύσεως, παθῶν τὴν σκοτόμαιναν· καὶ γὰρ ὁ θέλων καθᾶραι σῶμα καὶ νοῦν, θριαμβεύσει θερμῶς τὰ τοῦ σκότους κρυπτά.

Νῷ καὶ ψυχῇ καὶ τῇ   σαρκί, τῇ   Τριάδι λειτουργῶν, εἰδώλων προσκύνησιν, σαφῶς ἀπεσκοράκισας, ἐλέῳ φιλόπτωχε, καὶ ἀναγκαίων τῇ   σπάνει, καὶ γέγονας φιλόθεος ἀληθῶς, ἢ φιλάργυρος.

χθος τῆς ὕλης εὐσεβῶς, ἀπορρίψας ἐπὶ γῆς, ἀνέπτης πρὸς ἄϋλα, πτεροῖς ἀκτημοσύνης σου· διὸ παριστάμενος, ἀΰλως Πάτερ Χριστῷ σὺν Ἀΰλοις πιστῶς, αἴτησαι ἱλασμόν, ταῖς  ψυχαῖς ἡμῶν.

Θεοτοκίον.

χθιστοι ὤφθησαν ἡμῖν, καὶ ἐπάρατοι ὁμοῦ, τῆς σῆς Ἀειπάρθενε, οἱ προσκυνεῖν μὴ θέλοντες, μορφῆς τὸ Εἰκόνισμα, καὶ τοῦ Υἱοῦ σου, διότι οὐ πείθονται, τοῖς ἄνωθεν πατρικοῖς θείοις δόγμασι.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου Ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῷσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.

ώμῃ νήψεως ἁγνῆς, καὶ ἀγῶσι προσευχῆς, τὸ ἀναίσθητον παθῶν, ἐξεδίωξας στερρῶς, τῆς σῆς ψυχῆς, καὶ ὅλος ὤφθης, Πάτερ νηφάλιος.

ν ἀΰπνῳ προσευχῇ, τὸν φιλόϋπνον ἐχθρόν, ὑποτάξας ἀνδρικῶς, ὤφθης γρήγορος ποιμήν, θεόληπτε, Χριστοῦ τῆς ποίμνης, καὶ διδασκάλων φωστήρ.

Τοῦ νοὸς τὸν ὀφθαλμόν, καθαγνίσας εὐσεβῶς, ἀνυ-στάκτως τῷ  Χριστῷ, λειτουργῶν διὰ παντός, προέβλεψας, τὰ θεῖα κάλλη, τῆς μακαρίας τρυφῆς.

Θεοτοκίον.

Ναυτιῶσι σάλῳ νῦν , ἀπιστίας τῆς πικρᾶς, καθορῶντες εὐλαβῶς, Ὀρθοδόξων τοὺς χορούς, οἱ ἄνομοι, ἀσπαζομένους, τὴν σὴν Παρθένε μορφήν.

Τὸ Μαρτυρικὸν τοῦ Ἠχου.

Κοντάκιον τοῦ Ἁγίου  Ἦχος α’

Χορὸς ἀγγελικὸς.

Καρποὺς ἀειθαλεῖς, ἐκ σῆς βίβλου προσφέρων, διδάγματα Σοφέ, καθηδύνεις καρδίας, τῶν τούτοις μετὰ νήψεως, προσεχόντων μακάριε· κλῖμαξ γὰρ ἐστι, ψυχὰς ἀνάγουσα γῆθεν, πρὸς οὐράνιον, καὶ διαμένουσαν δόξαν, τῶν πίστει τιμώντων σε.

Συναξάριον.

Τῇ Λ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος.

Στίχοι

πὶ κλίμαξι κλίμακας πυκνῶς, Πάτερ,

Τὰς σὰς ἀρετὰς θείς, ἔφθασας πόλου μέχρι.

Χαῖρεν Ἰωάννης τριακοστῇ ἐξαναλύων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωάδ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν τῷ Φρέατι.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Εὐβούλη, ἡ μήτηρ τοῦ Ἁγίου Παντελεήμονος, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

ν οὐρανοῖς σύνεστιν ἀθλητῇ Τέκνῳ,

θλητομήτωρ καλλίτεκνος Εὐβούλη.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος, Ἰωάννης, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς  αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ς τῆς ἀνδρείας ξίφει καθελών, Πανεύφημε, θράσους νηπιώδους δειλίας, ὤφθης στερρὸς καὶ φοβερός, πνεύμασιν ὄντως ἀκαθάρτοις ἅπασιν· Εὐλογητὸς ὁ Θεός, ὁ θαυμαστώσας σε.

Νόμῳ Χριστοῦ ἐνθέως πειθαρχῶν, ἐπάτησας δόξαν φερωνύμως τὴν κενήν, μόνῳ Θεῷ τῷ  ἐν κρυπτῷ, φέρων τοὺς κόπους τῆς στερρᾶς ἀσκήσεως, ὃς ἀποδίδωσιν εἰς φανερόν τοὺς μισθούς.

Πρὸς ἀοράτους φάλαγγας παθῶν, ἀράμενος πόλεμον, ἐδείχθης νικητής, ὡς ταπεινὸς τῷ  λογισμῷ καὶ τῇ  καρδίᾳ· τὸν γὰρ ὑπερήφανον καὶ ἀλαζόνα ἐχθρόν, τούτοις κατέτρωσας.

Θεοτοκίον.

Τῆς σῆς Χριστὲ σαρκώσεως τιμῶν, τὴν ἕνωσιν ταύτης καὶ τὸ εἶδος προσκυνῶ, θεοπρεπῶς, ὅτι Θεὸς ὢν πρὸ αἰώνων, ἐκ Παρθένου γέγονας, βροτὸς ἀφύρτως αὐτός, κατ' ἄμφω τέλειος.

Ὠδὴ η’ Ὁ Εἱρμὸς.

ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

πλάστοις σου ἤθεσι μειώσας ἀκραιφνῶς, τὸν τρόπον τὸν ὕπουλον, ὡς δύσχρηστον φυγών, πραέων τοῖς τόποις ἐπαυλίζῃ σαφῶς, ὡς πράως βιώσας, θεόφρον Ἰωάννη.

Μητέρα καὶ φύλακα πασῶν τῶν ἀρετῶν, τὴν θείαν ταπείνωσιν, ὑπέγραψας ἡμῖν· καὶ γὰρ ὡς ὑπάρχων, ἀρχιτέκτων σοφός, τῆς θείας ἀνόδου, τὴν βάσιν κατεπήξω.

Μετέσχες τῆς χάριτος τοῦ Πνεύματος σαφῶς, καὶ πάντας ἐπλήρωσας, τοῦ θείου φωτισμοῦ, διάκρισιν ὄντως ἡμῖν εὐδιάκριτον, τῇ πράξει διδάξας, καὶ παιδεύσας τοῖς λόγοις.

Θεοτοκίον.

Οὐ γράφω Θεότητα, μὴ ψεύδεσθε τυφλοί· ἁπλῆ γὰρ ἀόρατος, ἀνείδεός ἐστι· σαρκὸς δὲ τὸν τύπον ἱστορῶν προσκυνῶ, καὶ πίστει δοξάζω, τὴν τεκοῦσαν Παρθένον.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τῆς χάριτος, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

ΰλῳ νῷ ἀναπτὰς πρὸς τὰ ἄϋλα, θεωρημάτων βυθὸν σὺ κατείληφας, καὶ τυχὼν τῆς χάριτος τοῦ Ἁγίου Πνεύματος, δι' ἐκτενοῦς προσευχῆς κατηξιώθης, τοῦ προορᾶν τῶν μελλόντων τὴν δήλωσιν.

Καταναλώσας τὸ ἔνυλον φρόνημα, τῆς προσευχῆς τῇ φλογὶ Ὁσιώτατε. Ὅλος πῦρ ἐνέφηνας, Ἰωάννη πάνσοφε θεόφρον· διὸ ἐκστὰς εὐσεβῶς ταῖς  θεωρίαις, τὴν ἀγαθήν ἠλλοιώθης ἀλλοίωσιν.

πονεκρώσας τὰ πάθη ἀσκήσει σου, πρὸς τελειότητα Πάτερ ἀνέδραμες, ἀπαθείας Ὅσιε· διὸ νῦν δεήθητι Θεοῦ, ὑπὲρ εἰρήνης παντὸς τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.

ώμην λαβὼν ἐν τῇ πίστει Πατὴρ ἡμῶν, καὶ πτερωθεὶς τῇ ἀγάπῃ ἀνέδραμες, ἀρετῶν πρὸς κλίμακα, εὐσθενῶς καὶ βέβηκας, ἐν τῇ Ἀγάπῃ Χριστοῦ· καὶ γὰρ ἐν ταύτῃ, τῶν ὀρεκτῶν ἐστι πάντων τὸ πλήρωμα.

Θεοτοκίον.

Σοῦ τῆς λοχείας Ἁγνὴ τὸ παράδοξον, καὶ ἐπὶ τοίχων γραφαῖς ἀσπαζόμεθα, οὗ τὸ ἔργον σέβομεν, καὶ τὸ εἶδος τιμῶμεν, τὸ ἀληθὲς ἐξ ἀμφοῖν ὁμολογοῦντες, ὀρθοδοξίας εἰκότως πληρούμεθα.

Τὸ Φωταγωγικὸν τοῦ Ἠχου.

Καὶ ἡ λοιπή, Ἀκολουθία, κατὰ τὴν τάξιν, ἡ Α’ Ὥρα, καὶ Ἀπόλυσις.